Κυριακή 1 Φεβρουαρίου 2015

Κυριακή 1 Φεβρουαρίου 2015 (ΙΣΤ' Λουκᾶ) (Τελώνου & Φαρισαίου)

῎Αρχεται τὸ Τριῴδιον
Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Λουκᾶν

Κεφ. ιη΄: 10-14

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἂνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεός εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου